Add parallel Print Page Options

16 ἐξομολογεῖσθε [a]οὖν ἀλλήλοις [b]τὰς ἁμαρτίας καὶ [c]εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. 17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· 18 καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς [d]ὑετὸν ἔδωκεν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.

19 Ἀδελφοί [e]μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν, 20 [f]γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν [g]αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.

Read full chapter

Footnotes

  1. ΙΑΚΩΒΟΥ 5:16 οὖν WH Treg NIV ] – RP
  2. ΙΑΚΩΒΟΥ 5:16 τὰς ἁμαρτίας WH Treg NIV ] τὰ παραπτώματα RP
  3. ΙΑΚΩΒΟΥ 5:16 εὔχεσθε Treg NIV RP ] προσεύχεσθε WH
  4. ΙΑΚΩΒΟΥ 5:18 ὑετὸν ἔδωκεν WH NIV RP ] ἔδωκεν ὑετὸν Treg
  5. ΙΑΚΩΒΟΥ 5:19 μου WH Treg NIV ] – RP
  6. ΙΑΚΩΒΟΥ 5:20 γινωσκέτω Treg NIV RP ] γινώσκετε WH
  7. ΙΑΚΩΒΟΥ 5:20 αὐτοῦ WH NIV ] – Treg RP